Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 46.18 Dem. 46.21 (English) >>Dem. 46.23

46.19οὗτος μὲν τοίνυν νόμος οὓς ἐποίησεν κυρίους εἶναι, ἀκηκόατε· ὅτι δʼ οὐδεὶς ἦν τούτων τῇ μητρί, οἱ ἀντίδικοί μοι αὐτοὶ μεμαρτυρήκασιν. εἰ γὰρ ἦν, παρείχοντʼ ἄν. μάρτυρας μὲν ψευδεῖς οἴεσθʼ ἂν παρασχέσθαι καὶ διαθήκας οὐκ οὔσας, ἀδελφὸν δὲ πάππον πατέρα οὐκ ἄν, εἴπερ ἦν δυνατὸν ἕνεκα χρημάτων; ὁπότε τοίνυν μηδεὶς φαίνεται ζῶν τούτων, τότε ἀνάγκη ἐπίκληρον τὴν μητέρα ἡμῶν εἶναι. τῆς τοίνυν ἐπικλήρου σκοπεῖτε τίνας κελεύουσιν οἱ νόμοι κυρίους εἶναι. 46.20λέγε τὸν νόμον.Νόμος

καὶ ἐὰν ἐξ ἐπικλήρου τις γένηται καὶ ἅμα ἡβήσῃ ἐπὶ δίετες, κρατεῖν τῶν χρημάτων, τὸν δὲ σῖτον μετρεῖν τῇ μητρί.

οὐκοῦν μὲν νόμος κελεύει τοὺς παῖδας ἡβήσαντας κυρίους τῆς μητρὸς εἶναι, τὸν δὲ σῖτον μετρεῖν τῇ μητρί. ἐγὼ δὲ φαίνομαι στρατευόμενος καὶ τριηραρχῶν ὑμῖν, ὅτε οὗτος συνῴκησεν τῇ μητρί. 46.21ἀλλὰ μὴν ὅτι ἐγὼ μὲν ἀπεδήμουν τριηραρχῶν, ἐτετελευτήκει δὲ πατὴρ πάλαι, ὅτε οὗτος ἔγημε, τὰς δὲ θεραπαίνας αὐτὸν ἐξῄτουν καὶ ἠξίουν περὶ αὐτοῦ τούτου βασανίζεσθαι αὐτάς, εἰ ταῦτʼ ἀληθῆ ἐστι, καὶ ὡς προὐκαλούμην, λαβέ μοι τὴν μαρτυρίαν.Μαρτυρία

μαρτυροῦσι παρεῖναι ὅτε προὐκαλεῖτο Ἀπολλόδωρος Φορμίωνα, ὅτε ἠξίου παραδοῦναι Ἀπολλόδωρος Φορμίωνα τὰς θεραπαίνας εἰς βάσανον, εἰ μή φησι Φορμίων καὶ πρότερον διεφθαρκέναι τὴν μητέρα τὴν ἐμήν, πρὶν οὗ ἀποφαίνει Φορμίων γῆμαι ἐγγυησάμενος αὐτὴν παρὰ Πασίωνος. ταῦτα δὲ προκαλουμένου Ἀπολλοδώρου οὐκ ἠθέλησε Φορμίων παραδοῦναι τὰς θεραπαίνας.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 46.18 Dem. 46.21 (English) >>Dem. 46.23

Powered by PhiloLogic